Passage
Works and Days 161–165
grc hesiod works and days
καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή, τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ, ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο, τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο.