Passage
Works and Days 405–409
grc hesiod works and days
οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα, κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο, χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι, μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ, ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.