Passage
Works and Days 465–468
grc hesiod works and days
εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ, ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν, ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι ἔνδρυον ἑλκόντων μεσάβων.