Passage
Works and Days 493–497
grc hesiod works and days
πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι, μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable