LOGOI

Passage

Works and Days 582–587

grc hesiod works and days

ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ, τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος, μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει, αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος:

Provenance

  • Stable ID hesiod:works-and-days:582-587:s332
  • Source Hesiod Works and Days lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), built over Perseus tlg0020.tlg002 · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0