Passage
Works and Days 592–596
grc hesiod works and days
ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον, ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς, ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα, κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.