Passage
Marcus Aurelius, Meditations 10.31.1 (DIORISIS sentence 1743)
grc marcus aurelius meditations
Σατυρίωνα ἰδὼν Σωκρατικὸν φαντάζου ἢ Εὐτύχην ἢ Ὑμένα, καὶ Εὐφράτην ἰδὼν Εὐτυχίωνα ἢ Σιλουανὸν φαντάζου, καὶ Ἀλκίφρονα Τροπαιοφόρον φαντάζου, καὶ Σευῆρον ἰδὼν Κρίτωνα ἢ Ξενοφῶντα φαντάζου, καὶ εἰς σεαυτὸν ἀπιδὼν τῶν Καισάρων τινὰ φαντάζου, καὶ ἐφʼ ἑκάστου τὸ ἀνάλογον.