Passage
Marcus Aurelius, Meditations 9.3.1 (DIORISIS sentence 1424)
grc marcus aurelius meditations
οἷον γάρ ἐστι τὸ νεάσαι καὶ τὸ γηρᾶσαι, καὶ τὸ αὐξῆσαι καὶ τὸ ἀκμάσαι, καὶ ὀδόντας καὶ γένειον καὶ πολιὰς ἐνεγκεῖν, καὶ σπεῖραι καὶ κυοφορῆσαι καὶ ἀποκυῆσαι, καὶ τὰ ἄλλα φυσικὰ ἐνεργήματα ὅσα αἱ τοῦ βίου ὧραι φέρουσι, τοιοῦτο καὶ τὸ διαλυθῆναι.