Passage
Plato, Cratylus 430 (DIORISIS sentence 1176)
grc plato cratylus
φέρε δή— ἴσως γὰρ ἐγὼ οὐ μανθάνω ἅττα ποτʼ ἔστιν ἃ λέγεις, σὺ δὲ τάχʼ ἂν ὀρθῶς λέγοις— ἔστι διανεῖμαι καὶ προσενεγκεῖν ταῦτα ἀμφότερα τὰ μιμήματα, τά τε ζωγραφήματα κἀκεῖνα τὰ ὀνόματα, τοῖς πράγμασιν ὧν μιμήματά ἐστιν, ἢ οὔ;