Passage
Plato, Phaedrus 259 (DIORISIS sentence 568)
grc plato phaedrus
τῇ δὲ πρεσβυτάτῃ Καλλιόπῃ καὶ τῇ μετʼ αὐτὴν Οὐρανίᾳ τοὺς ἐν φιλοσοφίᾳ διάγοντάς τε καὶ τιμῶντας τὴν ἐκείνων μουσικὴν ἀγγέλλουσιν, αἳ δὴ μάλιστα τῶν Μουσῶν περί τε οὐρανὸν καὶ λόγους οὖσαι θείους τε καὶ ἀνθρωπίνους ἱᾶσιν καλλίστην φωνήν.