Passage
Plato, Republic 1.331 (DIORISIS sentence 95)
grc plato republic
χαριέντως γάρ τοι, ὦ Σώκρατες, τοῦτʼ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν δικαίως καὶ ὁσίως τὸν βίον διαγάγῃ, γλυκεῖά οἱ καρδίαν ἀτάλλοισα γηροτρόφος συναορεῖ ἐλπὶς ἃ μάλιστα θνατῶν πολύστροφον γνώμαν κυβερνᾷ.