LOGOI

Passage

Plato, Republic 10.607 (DIORISIS sentence 6146)

grc plato republic

λακέρυζα πρὸς δεσπόταν κύων κραυγάζουσα μέγας ἐν ἀφρόνων κενεαγορίαισι τῶν διασόφων ὄχλος κρατῶν λεπτῶς μεριμνῶντες πένονται εἰ δέ γε μή, ὦ φίλε ἑταῖρε, ὥσπερ οἱ ποτέ του ἐρασθέντες, ἐὰν ἡγήσωνται μὴ ὠφέλιμον εἶναι τὸν ἔρωτα, βίᾳ μέν, ὅμως δὲ ἀπέχονται, καὶ ἡμεῖς οὕτως, διὰ τὸν ἐγγεγονότα μὲν ἔρωτα τῆς τοιαύτης ποιήσεως ὑπὸ τῆς τῶν καλῶν πολιτειῶν τροφῆς, εὖνοι μὲν ἐσόμεθα φανῆναι αὐτὴν ὡς βελτίστην καὶ ἀληθεστάτην, ἕως δʼ ἂν μὴ οἵα τʼ ᾖ ἀπολογήσασθαι, ἀκροασόμεθʼ αὐτῆς ἐπᾴδοντες ἡμῖν αὐτοῖς τοῦτον τὸν λόγον, ὃν λέγομεν, καὶ ταύτην τὴν ἐπῳδήν, εὐλαβούμενοι πάλιν ἐμπεσεῖν εἰς τὸν παιδικόν τε καὶ τὸν τῶν πολλῶν ἔρωτα.

Provenance