Passage
Plato, Republic 10.610 (DIORISIS sentence 6215)
grc plato republic
μὰ Δίʼ, ἦ δʼ ὅς, οὐκ ἄρα πάνδεινον φανεῖται ἡ ἀδικία, εἰ θανάσιμον ἔσται τῷ λαμβάνοντι— ἀπαλλαγὴ γὰρ ἂν εἴη κακῶν— ἀλλὰ μᾶλλον οἶμαι αὐτὴν φανήσεσθαι πᾶν τοὐναντίον τοὺς ἄλλους ἀποκτεινῦσαν, εἴπερ οἷόν τε, τὸν δʼ ἔχοντα καὶ μάλα ζωτικὸν παρέχουσαν, καὶ πρός γʼ ἔτι τῷ ζωτικῷ ἄγρυπνον: