Passage
Plato, Republic 2.383 (DIORISIS sentence 1448)
grc plato republic
οὐδὲ Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις τὸν Ἀπόλλω ἐν τοῖς αὑτῆς γάμοις ᾄδοντα ἐνδατεῖσθαι τὰς ἑὰς εὐπαιδίας— νόσων τʼ ἀπείρους καὶ μακραίωνας βίους, ξύμπαντά τʼ εἰπὼν θεοφιλεῖς ἐμὰς τύχας παιᾶνʼ ἐπηυφήμησεν, εὐθυμῶν ἐμέ.