Passage
Plato, Republic 3.386 (DIORISIS sentence 1465)
grc plato republic
ἐξαλείψομεν ἄρα, ἦν δʼ ἐγώ, ἀπὸ τοῦδε τοῦ ἔπους ἀρξάμενοι πάντα τὰ τοιαῦτα— βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν καὶ τὸ— οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη σμερδαλέʼ, εὐρώεντα, τά τε στυγέουσι θεοί περ καὶ— ὢ πόποι, ἦ ῥά τις ἔστι καὶ εἰν Ἀΐδαο δόμοισιν ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν καὶ τὸ— οἴῳ πεπνῦσθαι, ταὶ δὲ σκιαὶ ἀΐσσουσι καὶ— ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει, ὃν πότμον γοόωσα, λιποῦςʼ ἀνδροτῆτα καὶ ἥβην βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη σμερδαλέʼ, εὐρώεντα, τά τε στυγέουσι θεοί περ ὢ πόποι, ἦ ῥά τις ἔστι καὶ εἰν Ἀΐδαο δόμοισιν ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν οἴῳ πεπνῦσθαι, ταὶ δὲ σκιαὶ ἀΐσσουσι ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει, ὃν πότμον γοόωσα, λιποῦςʼ ἀνδροτῆτα καὶ ἥβην καὶ τὸ— ψυχὴ δὲ κατὰ χθονός, ἠΰτε καπνός, ᾤχετο τετριγυῖα καὶ— ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται, ὣς αἳ τετριγυῖαι ἅμʼ ᾔεσαν.