LOGOI

Passage

Plato, Republic 7.537 (DIORISIS sentence 4649)

grc plato republic

μετὰ δὴ τοῦτον τὸν χρόνον, ἦν δʼ ἐγώ, ἐκ τῶν εἰκοσιετῶν οἱ προκριθέντες τιμάς τε μείζους τῶν ἄλλων οἴσονται, τά τε χύδην μαθήματα παισὶν ἐν τῇ παιδείᾳ γενόμενα τούτοις συνακτέον εἰς σύνοψιν οἰκειότητός τε ἀλλήλων τῶν μαθημάτων καὶ τῆς τοῦ ὄντος φύσεως.

Provenance

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable