LOGOI

Passage

Plato, Republic 8.561 (DIORISIS sentence 5088)

grc plato republic

οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ διαζῇ τὸ καθʼ ἡμέραν οὕτω χαριζόμενος τῇ προσπιπτούσῃ ἐπιθυμίᾳ, τοτὲ μὲν μεθύων καὶ καταυλούμενος, αὖθις δὲ ὑδροποτῶν καὶ κατισχναινόμενος, τοτὲ δʼ αὖ γυμναζόμενος, ἔστιν δʼ ὅτε ἀργῶν καὶ πάντων ἀμελῶν, τοτὲ δʼ ὡς ἐν φιλοσοφίᾳ διατρίβων.

Provenance