LOGOI

Passage

Plato, Symposium 178 (DIORISIS sentence 136)

grc plato symposium

γονῆς γὰρ Ἔρωτος οὔτʼ εἰσὶν οὔτε λέγονται ὑπʼ οὐδενὸς οὔτε ἰδιώτου οὔτε ποιητοῦ, ἀλλʼ Ἡσίοδος πρῶτον μὲν Χάος φησὶ γενέσθαι— αὐτὰρ ἔπειτα Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, ἠδʼ Ἔρος Ἡσιόδῳ δὲ καὶ Ἀκουσίλεως σύμφησιν μετὰ τὸ Χάος δύο τούτω γενέσθαι, Γῆν τε καὶ ἔρωτα.

Provenance