Passage
Plato, Symposium 220 (DIORISIS sentence 964)
grc plato symposium
τελευτῶντες δέ τινες τῶν Ἰώνων, ἐπειδὴ ἑσπέρα ἦν, δειπνήσαντες— καὶ γὰρ θέρος τότε γʼ ἦν— χαμεύνια ἐξενεγκάμενοι ἅμα μὲν ἐν τῷ ψύχει καθηῦδον, ἅμα δʼ ἐφύλαττον αὐτὸν εἰ καὶ τὴν νύκτα ἑστήξοι.