LOGOI

Passage

Plato, Timaeus 52 (DIORISIS sentence 423)

grc plato timaeus

τὴν δὲ δὴ γενέσεως τιθήνην ὑγραινομένην καὶ πυρουμένην καὶ τὰς γῆς τε καὶ ἀέρος μορφὰς δεχομένην, καὶ ὅσα ἄλλα τούτοις πάθη συνέπεται πάσχουσαν, παντοδαπὴν μὲν ἰδεῖν φαίνεσθαι, διὰ δὲ τὸ μήθʼ ὁμοίων δυνάμεων μήτε ἰσορρόπων ἐμπίμπλασθαι κατʼ οὐδὲν αὐτῆς ἰσορροπεῖν, ἀλλʼ ἀνωμάλως πάντῃ ταλαντουμένην σείεσθαι μὲν ὑπʼ ἐκείνων αὐτήν, κινουμένην δʼ αὖ πάλιν ἐκεῖνα σείειν:

Provenance