Passage
Plotinus, Enneads 1.2 (DIORISIS sentence 119)
grc plotinus enneads
Πῶς οὖν λέγομεν ταύτας καθάρσεις καὶ πῶς καθαρθέντες μάλιστα ὁμοιούμεθα Ἢ ἐπειδὴ κακὴ μέν ἐστιν ἡ ψυχὴ συμπεφυρμένη τῶι σώματι καὶ ὁμοπαθὴς γινομένη αὐτῶι καὶ πάντα συνδοξάζουσα, εἴη ἂν ἀγαθὴ καὶ ἀρετὴν ἔχουσα, εἰ μήτε συνδοξάζοι, ἀλλὰ μόνη ἐνεργοῖ ὅπερ ἐστὶ νοεῖν τε καὶ φρονεῖν μήτε ὁμοπαθὴς εἴη ὅπερ ἐστὶ σωφρονεῖν μήτε φοβοῖτο ἀφισταμένη τοῦ σώματος ὅπερ ἐστὶν ἀνδρίζεσθαι ἡγοῖτο δὲ λόγος καὶ νοῦς, τὰ δὲ μὴ ἀντιτείνοι δικαιοσύνη δʼ ἂν εἴη τοῦτο. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable