Passage
Plotinus, Enneads 1.4 (DIORISIS sentence 306)
grc plotinus enneads
Τὸ δὲ ἡδὺ τῶι βίωι τῶι τοιούτωι ὅταν ἀπαιτῶσιν, οὐ τὰς τῶν ἀκολάστων οὐδὲ τὰς τοῦ σώματος ἡδονὰς ἀξιώσουσι παρεῖναι αὗται γὰρ ἀδύνατοι παρεῖναι καὶ τὸ εὐδαιμονεῖν ἀφανιοῦσιν οὐδὲ μὴν τὰς περιχαρίας διὰ τί γάρ ἀλλὰ τὰς συνούσας παρουσίαι ἀγαθῶν οὐκ ἐν κινήσεσιν οὔσας, οὐδὲ γινομένας τοίνυν ἤδη γὰρ τὰ ἀγαθὰ πάρεστι, καὶ αὐτὸς αὑτῶι πάρεστι καὶ ἕστηκε τὸ ἡδὺ καὶ τὸ ἵλεων τοῦτο ἵλεως δὲ ὁ σπουδαῖος ἀεὶ καὶ κατάστασις ἥσυχος καὶ ἀγαπητὴ ἡ διάθεσις ἣν οὐδὲν τῶν λεγομένων κακῶν παρακινεῖ, εἴπερ σπουδαῖος. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable