Passage
Plotinus, Enneads 1.7 (DIORISIS sentence 464)
grc plotinus enneads
Ἆρʼ ἄν τις ἕτερον εἴποι ἀγαθὸν ἑκάστωι εἶναι ἢ τὴν κατὰ φύσιν τῆς ζωῆς ἐνέργειαν, καὶ εἴ τι ἐκ πολλῶν εἴη, τούτωι εἶναι ἀγαθὸν τὴν τοῦ ἀμείνονος ἐν αὐτῶι ἐνέργειαν οἰκείαν καὶ κατὰ φύσιν ἀεὶ μηδὲν ἐλλείπουσαν Ψυχῆς δὴ ἐνέργεια τὸ κατὰ φύσιν ἀγαθὸν αὐτῆι.