Passage
Plotinus, Enneads 1.8 (DIORISIS sentence 489)
grc plotinus enneads
Νοῦς μὲν γὰρ καὶ ψυχὴ εἴδη ὄντα εἰδῶν καὶ τὴν γνῶσιν ἂν ποιοῖντο, καὶ πρὸς αὐτὰ ἂν ἔχοιεν τὴν ὄρεξιν εἶδος δὲ τὸ κακὸν πῶς ἄν τις φαντάζοιτο ἐν ἀπουσίαι παντὸς ἀγαθοῦ ἰνδαλλόμενον Ἀλλʼ εἰ, ὅτι τῶν ἐναντίων ἡ αὐτὴ γένοιτʼ ἂν ἐπιστήμη καὶ τῶι ἀγαθῶι ἐναντίον τὸ κακόν, ἥπερ τοῦ ἀγαθοῦ, καὶ τοῦ κακοῦ ἔσται, ἀναγκαῖον περὶ ἀγαθοῦ διιδεῖν τοῖς μέλλουσι τὰ κακὰ γνώσεσθαι, ἐπείπερ προηγούμενα τὰ ἀμείνω τῶν χειρόνων καὶ εἴδη, τὰ δʼ οὔ, ἀλλὰ στέρησις μᾶλλον. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable