Passage
Plotinus, Enneads 1.8 (DIORISIS sentence 505)
grc plotinus enneads
Ἤδη γὰρ ἄν τις εἰς ἔννοιαν ἥκοι αὐτοῦ οἷον ἀμετρίαν εἶναι πρὸς μέτρον καὶ ἄπειρον πρὸς πέρας καὶ ἀνείδεον πρὸς εἰδοποιητικὸν καὶ ἀεὶ ἐνδεὲς πρὸς αὔταρκες, ἀεὶ ἀόριστον, οὐδαμῆι ἑστώς, παμπαθές, ἀκόρητον, πενία παντελής καὶ οὐ συμβεβηκότα ταῦτα αὐτῶι, ἀλλʼ οἷον οὐσία αὐτοῦ ταῦτα, καὶ ὅ τι ἂν αὐτοῦ μέρος ἴδηις, καὶ αὐτὸ πάντα ταῦτα τὰ δʼ ἄλλα, ὅσα ἂν αὐτοῦ μεταλάβηι καὶ ὁμοιωθῆι, κακὰ μὲν γίνεσθαι, οὐχ ὅπερ δὲ κακὰ εἶναι.