Passage
Plotinus, Enneads 1.8 (DIORISIS sentence 525)
grc plotinus enneads
Τῶι χρὴ τὸ κακὸν νοεῖσθαι μὴ τόδε τὸ κακόν, οἷον ἀδικίαν ἢ ἄλλην τινὰ κακίαν, ἀλλʼ ἐκεῖνο ὃ οὐδὲν μέν πω τούτων, ταῦτα δὲ οἷον εἴδη ἐκείνου προσθήκαις εἰδοποιούμενα οἷον ἐν μὲν ψυχῆι πονηρίαν καὶ ταύτης αὖ εἴδη ἢ ὕληι περὶ ἥν, ἢ τοῖς μέρεσι τῆς ψυχῆς, ἢ τῶι τὸ μὲν οἷον ὁρᾶν εἶναι, τὸ δὲ ὁρμᾶν ἢ πάσχειν.