Passage
Plotinus, Enneads 1.8 (DIORISIS sentence 595)
grc plotinus enneads
Εἰ δέ τις ἀσθένειαν ψυχῆς τὴν κακίαν λέγοι εὐπαθῆ γοῦν καὶ εὐκίνητον εἶναι τὴν κακὴν ἀπὸ παντὸς εἰς ἅπαν κακὸν φερομένην, εὐκίνητον μὲν εἰς ἐπιθυμίας, εὐερέθιστον δὲ εἰς ὀργάς, προπετῆ δὲ εἰς συγκαταθέσεις, καὶ ταῖς ἀμυδραῖς φαντασίαις εἴκουσαν ῥαιδίως, οἷα τὰ ἀσθενέστατα τῶν τέχνηι ἢ φύσει πεποιημένων, ἃ ῥαιδίαν ἔχει ὑπό τε πνευμάτων ὑπό τε εἱλήσεων τὴν φθοράν ἄξιον ἂν εἴη ζητεῖν, τίς καὶ πόθεν ἡ ἀσθένεια τῆι ψυχῆι. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable