Passage
Plotinus, Enneads 2.1 (DIORISIS sentence 635)
grc plotinus enneads
Ὁ μὲν δὴ τῶι σώματι διδοὺς τὸ ἄφθαρτον οὐδὲν ἂν εἰς τοῦτο τῆς ψυχῆς δέοιτο ἢ τοῦ ὁμοῦ ἀεὶ εἶναι πρὸς ζώιου σύστασιν τῶι δὲ τὸ σῶμα παρʼ αὐτοῦ φθαρτὸν εἶναι λέγοντι καὶ τῆι ψυχῆι διδόντι τὴν αἰτίαν πειρατέον καὶ τὴν τοῦ σώματος ἕξιν μηδʼ αὐτὴν ἐναντιουμένην τῆι συστάσει καὶ τῆι διαμονῆι δεικνύναι, ὅτι μηδὲν ἀσύμφωνον ἐν τοῖς συνεστηκόσιν ἐστὶ κατὰ φύσιν, ἀλλὰ πρόσφορον καὶ τὴν ὕλην πρὸς τὸ βούλημα τοῦ ἀποτελέσαντος ὑπάρχειν προσήκει. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable