LOGOI

Passage

Plotinus, Enneads 2.1 (DIORISIS sentence 687)

grc plotinus enneads

Ἴσως οὖν βέλτιον χρὴ ἀκούειν τοῦ Πλάτωνος λέγοντος ἐν μὲν τῶι παντὶ κόσμωι δεῖν εἶναι τὸ τοιοῦτον στερεόν, τὸ ἀντίτυπον ὄν, ἵνα τε ἡ γῆ ἐν μέσωι ἱδρυμένη ἐπιβάθρα καὶ τοῖς ἐπʼ αὐτῆς βεβηκόσιν ἑδραία ἦι, τά τε ζῶια τὰ ἐπʼ αὐτῆς ἐξ ἀνάγκης τὸ τοιοῦτον στερεὸν ἔχηι, ἡ δὲ γῆ τὸ μὲν εἶναι συνεχὴς καὶ παρʼ αὐτῆς ἔχοι, ἐπιλάμποιτο δὲ ὑπὸ πυρός, ἔχοι δὲ ὕδατος πρὸς τὸ μὴ αὐχμηρόν ἔχοι δὲ καὶ μερῶν πρὸς μέρη μὴ κωλύεσθαι συναγωγήν ἀέρα δὲ κουφίζειν γῆς ὄγκους μεμίχθαι δὲ τῶι ἄνω πυρὶ οὐκ ἐν τῆι συστάσει τῶν ἄστρων τὴν γῆν, ἀλλʼ ἐν κόσμωι γενομένου ἑκάστου καὶ τὸ πῦρ ἀπολαῦσαί τι τῆς γῆς, ὥσπερ καὶ τὴν γῆν τοῦ πυρὸς καὶ ἕκαστον ἑκάστων, οὐχ ὡς τὸ ἀπολαῦσαν γενέσθαι ἐξ ἀμφοῖν, ἑαυτοῦ τε καὶ οὗ μετέσχεν, ἀλλὰ κατὰ τὴν ἐν κόσμωι κοινωνίαν ὂν ὅ ἐστι λαβεῖν οὐκ αὐτὸ ἀλλά τι αὐτοῦ, οἷον οὐκ ἀέρα, ἀλλʼ ἀέρος τὴν ἁπαλότητα καὶ τὴν γῆν πυρὸς τὴν λαμπρότητα τὴν δὲ μίξιν πάντα διδόναι, καὶ τὸ συναμφότερον τότε ποιεῖν, οὐ γῆν μόνον καὶ τὴν πυρὸς φύσιν, τὴν στερεότητα ταύτην καὶ τὴν πυρότητα.

Provenance

  • Stable ID plotinus:enneads:2.1:s687
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable