Passage
Plotinus, Enneads 2.4 (DIORISIS sentence 1008)
grc plotinus enneads
Πῶς οὖν οὐκ ἀπολεῖ αὐτοῦ τὴν φύσιν τοῦ ἀπείρου προσελθὸν τὸ πέρας καὶ ταῦτα οὐ κατὰ συμβεβηκὸς ὄντος ἀπείρου Ἢ εἰ μὲν κατὰ τὸ ποσὸν ἄπειρον, ἀνήρει νῦν δὲ οὐχ οὕτως, ἀλλὰ τοὐναντίον σώιζει αὐτὸ ἐν τῶι εἶναι ὃ γὰρ πέφυκεν, εἰς ἐνέργειαν καὶ τελείωσιν ἄγει, ὥσπερ τὸ ἄσπαρτον, ὅταν σπείρηται καὶ ὅταν τὸ θῆλυ τοῦ ἄρρενος καὶ οὐκ ἀπόλλυται τὸ θῆλυ, ἀλλὰ μᾶλλον θηλύνεται τοῦτο δέ ἐστιν ὅ ἐστι μᾶλλον γίγνεται.