Passage
Plotinus, Enneads 2.5 (DIORISIS sentence 1060)
grc plotinus enneads
Εἰ δὴ πέφευγε μὲν τὴν τῶν ὡς ἀληθῶς ὄντων φύσιν, οὐ δύναται δὲ ἐφικέσθαι οὐδὲ τῶν ψευδῶς λεγομένων εἶναι, ὅτι μηδὲ ἴνδαλμα λόγου ἐστὶν ὡς ταῦτα, ἐν τίνι τῶι εἶναι ἂν ἁλοίη Εἰ δὲ ἐν μηδενὶ τῶι εἶναι, τί ἂν ἐνεργείαι εἴη Πῶς οὖν λέγομεν περὶ αὐτῆς Πῶς δὲ τῶν ὄντων ὕλη Ἢ ὅτι δυνάμει.