Passage
Plotinus, Enneads 2.7 (DIORISIS sentence 1129)
grc plotinus enneads
Ὅταν τοίνυν διὰ τοῦ ἐρίου ῥέηι τὸ ὕδωρ ἢ βίβλος ἐκστάζηι τὸ ἐν αὐτῆι ὕδωρ, πῶς οὐ τὸ πᾶν ὑδάτινον σῶμα δίεισι διʼ αὐτῆς Ἢ καὶ ὅταν μὴ ῥέηι, πῶς συνάψομεν τὴν ὕλην τῆι ὕληι καὶ τὸν ὄγκον τῶι ὄγκωι, τὰς δὲ ποιότητας μόνας ἐν συγκράσει ποιησόμεθα Οὐ γὰρ δὴ ἔξω τῆς βίβλου ἡ τοῦ ὕδατος ὕλη παρακείσεται οὐδʼ αὖ ἔν τισι διαστήμασιν αὐτῆς πᾶσα γὰρ ὑγρά ἐστι καὶ οὐδαμοῦ ὕλη κενὴ ποιότητος.