Passage
Plotinus, Enneads 2.7 (DIORISIS sentence 1138)
grc plotinus enneads
Ἢ πολλὰς ὁμοῦ ἀδυνατεῖν μετὰ τῆς ὕλης ποιεῖν τοῦτο Εἰ μὲν οὖν τὸ πλῆθος τῶν ποιοτήτων τὸ πυκνὸν λεγόμενον σῶμα ποιεῖ, τὸ πλῆθος ἂν εἴη αἴτιον εἰ δὲ πυκνότης ἰδία ποιότης ἐστίν, ὥσπερ καὶ ἣν λέγουσι σωματότητα, ἰδία ποιότης ὥστε οὐχ ἧι ποιότητες τὴν μίξιν ποιήσονται, ἀλλʼ ἧι τοιαίδε, οὐδʼ αὖ ἡ ὕλη ἧι ὕλη οὐ μιχθήσεται, ἀλλʼ ἧι μετὰ τοιᾶσδε ποιότητος, καὶ μάλιστα, εἰ μέγεθος οἰκεῖον οὐκ ἔχει, ἀλλʼ ἢ μὴ ἀποβαλοῦσα τὸ μέγεθος. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable