Passage
Plotinus, Enneads 2.9 (DIORISIS sentence 1231)
grc plotinus enneads
Εἰ γὰρ οὕτως εἰς τὸ ζῆν παρελήλυθεν, ὡς μὴ ζωὴν ἀδιάρθρωτον ἔχειν ὁποῖα τὰ σμικρότερα τῶν ἐν αὐτῶι, ἃ τῆι πολλῆι ζωῆι τῆι ἐν αὐτῶι ἀεὶ νύκτωρ καὶ μεθʼ ἡμέραν γεννᾶται ἀλλʼ ἔστι συνεχὴς καὶ ἐναργὴς καὶ πολλὴ καὶ πανταχοῦ ζωὴ σοφίαν ἀμήχανον ἐνδεικνυμένη, πῶς οὐκ ἄν τις ἄγαλμα ἐναργὲς καὶ καλὸν τῶν νοητῶν θεῶν εἴποι Εἰ δὲ μιμούμενον μή ἐστιν ἐκεῖνο, αὐτὸ τοῦτο κατὰ φύσιν ἔχει οὐ γὰρ ἦν ἔτι μιμούμενον.