Passage
Plotinus, Enneads 2.9 (DIORISIS sentence 1259)
grc plotinus enneads
Εἰ δʼ ἐφʼ αὑτῆς μένουσα ἐνέλαμψε μηδὲν εἰς τοῦτο ἐργασαμένη, διὰ τί μόνη αὐτὴ ἐνέλαμψεν, ἀλλʼ οὐ τὰ δυνατώτερα αὐτῆς ἐν τοῖς οὖσιν Εἰ δὲ τῶι λογισμὸν λαβεῖν αὐτῆι κόσμου ἠδυνήθη ἐλλάμψαι ἐκ τοῦ λογισμοῦ, διὰ τί οὐχ ἅμα ἐλλάμψασα καὶ κόσμον ἐποίησεν, ἀλλʼ ἔμεινε τὴν τῶν εἰδώλων γένεσιν Ἔπειτα καὶ ὁ λογισμὸς ὁ τοῦ κόσμου, ἡ γῆ αὐτοῖς ἡ ξένη λεγομένη γενομένη ὑπὸ τῶν μειζόνων, ὡς λέγουσιν αὐτοί, οὐ κατήγαγεν εἰς νεῦσιν τοὺς ποιήσαντας. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable