Passage
Plotinus, Enneads 2.9 (DIORISIS sentence 1265)
grc plotinus enneads
Εἶτα πῶς οὐ θαυμαστὸν αὐτοὺς μὲν οὐκ εἴδωλα ψυχῶν ἐνθάδε ἐλθόντας εἰς τὸν κόσμον τόνδε, ἀλλὰ ἀληθινὰς ψυχάς, μόλις καὶ ἀγαπητῶς ἕνα ἢ δύο αὐτῶν ἐκ τοῦ κόσμου κινηθῆναι καὶ ἐλθόντας εἰς ἀνάμνησιν μόλις ἀναπόλησιν λαβεῖν ὧν ποτε εἶδον, τὸ δὲ εἴδωλον τοῦτο, εἰ καὶ ἀμυδρῶς, ὡς λέγουσιν, ἀλλʼ οὖν ἄρτι γενόμενον ἐνθυμηθῆναι ἐκεῖνα ἢ καὶ τὴν μητέρα αὐτοῦ, εἴδωλον ὑλικόν, καὶ μὴ μόνον ἐνθυμηθῆναι ἐκεῖνα καὶ κόσμου ἐκείνου λαβεῖν ἔννοιαν καὶ κόσμου ἐκείνου, ἀλλὰ καὶ μαθεῖν ἐξ ὧν ἂν γένοιτο Πόθεν δὴ καὶ πρῶτον πῦρ ποιῆσαι Οἰηθέντα δεῖν τοῦτο πρῶτον Διὰ τί γὰρ οὐκ ἄλλο Ἀλλʼ εἰ ἐδύνατο ποιεῖν ἐνθυμηθεὶς πῦρ, διὰ τί ἐνθυμηθεὶς κόσμον πρῶτον μὲν γὰρ ἔδει ἐνθυμηθῆναι τὸ ὅλον οὐ κόσμον ἀθρόως ἐποίει Ἐμπεριείχετο γὰρ κἀκεῖνα ἐν τῆι ἐνθυμήσει. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable