Passage
Plotinus, Enneads 3.5 (DIORISIS sentence 1742)
grc plotinus enneads
Καὶ πρῶτον ἦν ὅραμα αὐτῆι τοῦτο καὶ ἑώρα ὡς πρὸς ἀγαθὸν αὐτῆς καὶ ἔχαιρεν ὁρῶσα, καὶ τὸ ὅραμα τοιοῦτον ἦν, ὡς μὴ πάρεργον ποιεῖσθαι τὴν θέαν τὸ ὁρῶν, ὡς τῆι οἷον ἡδονῆι καὶ τάσει τῆι πρὸς αὐτὸ καὶ σφοδρότητι τῆς θέας γεννῆσαί τι παρʼ αὐτῆς ἄξιον αὐτῆς καὶ τοῦ ὁράματος.