Passage
Plotinus, Enneads 3.5 (DIORISIS sentence 1768)
grc plotinus enneads
Διὸ καὶ ἐν τῆι γενέσει τοῦ Ἔρωτος ὁ Πλάτων φησὶ τὸν Πόρον τὴν μέθην ἔχειν τοῦ νέκταρος οἴνου οὔπω ὄντος, ὡς πρὸ τοῦ αἰσθητοῦ τοῦ Ἔρωτος γενομένου καὶ τῆς Πενίας μετεχούσης φύσεως νοητοῦ, ἀλλʼ οὐκ εἰδώλου νοητοῦ οὐδʼ ἐκεῖθεν ἐμφαντασθέντος, ἀλλʼ ἐκεῖ γενομένης καὶ συμμιχθείσης ὡς ἐξ εἴδους καὶ ἀοριστίας, ἣν ἦν ἔχουσα ἡ ψυχὴ πρὶν τυχεῖν τοῦ ἀγαθοῦ, μαντευομένη δέ τι εἶναι κατὰ ἀόριστον καὶ ἄπειρον φάντασμα, τὴν ὑπόστασιν τοῦ Ἔρωτος τεκούσης. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable