Passage
Plotinus, Enneads 3.5 (DIORISIS sentence 1781)
grc plotinus enneads
Δεῖ δὴ λαβεῖν καὶ ἐνταῦθα παρὰ Πλάτωνος τὸν Δία ἐκ μὲν Φαίδρου ἡγεμόνα μέγαν λέγοντος αὐτοῦ τοῦτον τὸν θεόν, ἐν ἄλλοις δὲ τρίτον, οἶμαι, τοῦτον σαφέστερον δὲ ἐν τῶι Φιλήβωι, ἡνίκ ἂν φῆι ἐν τῶι Διὶ εἶναι βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν.