Passage
Plotinus, Enneads 3.5 (DIORISIS sentence 1783)
grc plotinus enneads
Καὶ γὰρ εἰ κατὰ μὲν τὸν νοῦν τοὺς ἄρρενας τάττομεν τῶν θεῶν, κατὰ δὲ τὰς ψυχὰς αὐτῶν τὰς θηλείας λέγομεν, ὡς νῶι ἑκάστωι ψυχῆς συνούσης, εἴη ἂν καὶ ταύτηι ἡ ψυχὴ τοῦ Διὸς ἡ Ἀφροδίτη πάλιν μαρτυρούντων τούτωι τῶι λόγωι ἱερέων καὶ θεολόγων οἳ εἰς ταὐτὸν Ἥραν καὶ Ἀφροδίτην ἄγουσι καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα ἐν οὐρανῶι Ἥρας λέγουσιν.