Passage
Plotinus, Enneads 3.6 (DIORISIS sentence 1889)
grc plotinus enneads
Διὸ πᾶν ὃ ἂν ἐπαγγέλληται ψεύδεται, κἂν μέγα φαντασθῆι, μικρόν ἐστι, κἂν μᾶλλον, ἧττόν ἐστι, καὶ τὸ ὂν αὐτοῦ ἐν φαντάσει οὐκ ὄν ἐστιν, οἷον παίγνιον φεῦγον ὅθεν καὶ τὰ ἐν αὐτῶι ἐγγίγνεσθαι δοκοῦντα παίγνια, εἴδωλα ἐν εἰδώλωι ἀτεχνῶς, ὡς ἐν κατόπτρωι τὸ ἀλλαχοῦ ἱδρυμένον ἀλλαχοῦ φανταζόμενον καὶ πιμπλάμενον, ὡς δοκεῖ, καὶ ἔχον οὐδὲν καὶ δοκοῦν τὰ πάντα.