Passage
Plotinus, Enneads 3.6 (DIORISIS sentence 1935)
grc plotinus enneads
Τὸ γὰρ καὶ τὰς ἀέρος καὶ ὕδατος μορφὰς δεχομένην ἀπαμβλύνει μὲν τὸ πυρουμένην καὶ ὑγραινομένην, δηλοῖ τε ἐν τῶι μορφὰς δεχομένην οὐ τὸ μεμορφῶσθαι αὐτήν, ἀλλʼ εἶναι τὰς μορφὰς ὡς εἰσῆλθον, τό τε πυρουμένην οὐ κυρίως εἰρῆσθαι, ἀλλὰ μᾶλλον πῦρ γινομένην οὐ γὰρ τὸ αὐτὸ πῦρ γίνεσθαι καὶ πυροῦσθαι ὑπʼ ἄλλου μὲν γὰρ τὸ πυροῦσθαι, ἐν ὧι καὶ τὸ πάσχειν ὃ δʼ αὐτὸ μέρος ἐστὶ πυρὸς πῶς ἂν πυροῖτο Τοιοῦτον γὰρ ἂν εἴη, οἷον εἴ τις διὰ τοῦ χαλκοῦ τὸν ἀνδριάντα λέγοι πεφοιτηκέναι, εἰ τὸ πῦρ διὰ τῆς ὕλης λέγοι κεχωρηκέναι καὶ προσέτι πυρῶσαι.