LOGOI

Passage

Plotinus, Enneads 3.7 (DIORISIS sentence 2033)

grc plotinus enneads

Τί ἂν οὖν εἴη τοῦτο, καθ ὃ τὸν κόσμον πάντα τὸν ἐκεῖ αἰώνιον λέγομεν καὶ ἀίδιον εἶναι, καὶ τί ἡ ἀιδιότης, εἴτε ταὐτὸν καὶ ἡ αὐτὴ τῶι αἰῶνι, εἴτε κατ αὐτὴν ὁ αἰών Ἆρά γε καθ ἕν τι δεῖ, ἀλλὰ ἐκ πολλῶν συνηθροισμένην τινὰ νόησιν, ἢ καὶ φύσιν εἴτ ἐπακολουθοῦσαν τοῖς ἐκεῖ εἴτε συνοῦσαν εἴτ ἐνορωμένην, πάντα δὲ ταῦτα ἐκείνην μίαν μὲν οὖσαν, πολλὰ δὲ δυναμένην καὶ πολλὰ οὖσαν Καὶ ὅ γε τὴν πολλὴν δύναμιν εἰσαθρήσας κατὰ μὲν τοδὶ τὸ οἷον ὑποκείμενον λέγει οὐσίαν εἶτα κίνησιν τοῦτο, καθ ὃ ζωὴν ὁρᾶι, εἶτα στάσιν τὸ πάντη ὡσαύτως, θάτερον δὲ καὶ ταὐτόν ἧι ταῦτα ὁμοῦ ἕν.

Provenance

  • Stable ID plotinus:enneads:3.7:s2033
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable