Passage
Plotinus, Enneads 3.7 (DIORISIS sentence 2158)
grc plotinus enneads
Εἰ δέ τις λέγοι χρόνους λέγεσθαι αὐτῶι καὶ τὰς τῶν ἄστρων φορὰς, ἀναμνησθήτω, ὅτι ταῦτά φησι γεγονέναι πρὸς δήλωσιν καὶ διορισμὸν χρόνου καὶ τὸ ἵνα ἦ μέτρον ἐναργές Ἐπεὶ γὰρ οὐκ ἦν τὸν χρόνον αὐτὸν τῆι ψυχῆι ὁρίσαι οὐδὲ μετρεῖν παρ αὐτοῖς ἕκαστον αὐτοῦ μέρος ἀοράτου ὄντος καὶ οὐ ληπτοῦ καὶ μάλιστα ἀριθμεῖν οὐκ εἰδόσιν, ἡμέραν καὶ νύκτα ποιεῖ, δι ὧν ἦν δύο τῆι ἑτερότητι λαβεῖν, ἀφ οὗ ἔννοιά, φησιν, ἀριθμοῦ. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable