Passage
Plotinus, Enneads 3.8 (DIORISIS sentence 2224)
grc plotinus enneads
Ἀλλὰ περὶ μὲν φύσεως εἰπόντες ὃν τρόπον θεωρία ἡ γένεσις, ἐπὶ τὴν ψυχὴν τὴν πρὸ ταύτης ἐλθόντες λέγωμεν, ὡς ἡ ταύτης θεωρία καὶ τὸ φιλομαθὲς καὶ τὸ ζητητικὸν καὶ ἡ ἐξ ὧν ἐγνώκει ὠδὶς καὶ τὸ πλῆρες πεποίηκεν αὐτὴν θεώρημα πᾶν γενομένην ἄλλο θεώρημα ποιῆσαι οἷον ἡ τέχνη ποιεῖ ὅταν ἑκάστη πλήρης ἦ, ἄλλην οἵαν μικρὰν τέχνην ποιεῖ ἐν παιγνίωι ἴνδαλμα ἔχοντι ἁπάντων ἄλλως μέντοι ταῦτα ὥσπερ ἀμυδρὰ καὶ οὐ δυνάμενα βοηθεῖν ἑαυτοῖς θεάματα καὶ θεωρήματα.