Passage
Plotinus, Enneads 3.8 (DIORISIS sentence 2295)
grc plotinus enneads
Εἴπερ οὖν καὶ ζωή ἐστι καὶ διέξοδός ἐστι καὶ πάντα ἀκριβῶς καὶ οὐχ ὁλοσχερῶς ἔχει ἀτελῶς γὰρ ἂν καὶ ἀδιαρθρώτως ἔχοι ἔκ τινος ἄλλου αὐτὸν εἶναι, ὃ οὐκέτι ἐν διεξόδωι, ἀλλὰ ἀρχὴ διεξόδου καὶ ἀρχὴ ζωῆς καὶ ἀρχὴ νοῦ καὶ τῶν πάντων.