LOGOI

Passage

Plotinus, Enneads 4.2 (DIORISIS sentence 2397)

grc plotinus enneads

Πρὸς δʼ αὖ ἐκείνηι τῆι ἀμερίστωι πάντη φύσει ἄλλη ἑξῆς οὐσία ἀπʼ ἐκείνης οὖσα, ἔχουσα μὲν τὸ ἀμέριστον ἀπʼ ἐκείνης, προόδωι δὲ τῆι ἀπʼ αὐτῆς ἐπὶ τὴν ἑτέραν σπεύδουσα φύσιν εἰς μέσον ἀμφοῖν κατέστη, τοῦ τε ἀμερίστου καὶ πρώτου καὶ τοῦ περὶ τὰ σώματα μεριστοῦ τοῦ ἐπὶ τοῖς σώμασιν, οὐχ ὅντινα τρόπον χρόα καὶ ποιότης πᾶσα πολλαχοῦ μέν ἐστιν ἡ αὐτὴ ἐν πολλοῖς σωμάτων ὄγκοις, ἀλλʼ ἔστι τὸ ἐν ἑκάστωι ἀφεστὼς τοῦ ἑτέρου πάντη, καθόσον καὶ ὁ ὄγκος τοῦ ὄγκου ἀπέστη κἂν τὸ μέγεθος δὲ ἓν ἦι, ἀλλὰ τό γε ἐφʼ ἑκάστωι μέρει ταὐτὸν κοινωνίαν οὐδεμίαν εἰς ὁμοπάθειαν ἔχει, ὅτι τὸ ταὐτὸν τοῦτο ἕτερον, τὸ δʼ ἕτερόν ἐστι πάθημα γὰρ τὸ ταὐτόν, οὐκ οὐσία ἡ αὐτή.

Provenance

  • Stable ID plotinus:enneads:4.2:s2397
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable