Passage
Plotinus, Enneads 4.3 (DIORISIS sentence 2475)
grc plotinus enneads
Τὸ γὰρ δευτέρας καὶ τρίτας τῶι ἐγγύθεν καὶ τῶι πορρώτερον ὑπονοητέον εἰρῆσθαι, ὥσπερ καὶ παρʼ ἡμῖν οὐχ ὁμοίως πάσαις ψυχαῖς ὑπάρχει τὸ πρὸς τὰ ἐκεῖ, ἀλλʼ οἱ μὲν ἑνοῖντο ἄν, οἱ δὲ βάλλοιεν ἂν ἐγγὺς ἐφιέμενοι, οἷς δὲ ἧττον ἂν ἔχοι τοῦτο, καθὸ ταῖς δυνάμεσιν οὐ ταῖς αὐταῖς ἐνεργοῦσιν, ἀλλʼ οἱ μὲν τῆι πρώτηι, οἱ δὲ τῆι μετʼ ἐκείνην, οἱ δὲ τῆι τρίτηι, ἁπάντων τὰς πάσας ἐχόντων. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable