LOGOI

Passage

Plotinus, Enneads 4.3 (DIORISIS sentence 2507)

grc plotinus enneads

ὠΕπεὶ τοίνυν διττὸς ὁ τρόπος τῆς εἰς σῶμα ψυχῆς εἰσόδου ἡ μὲν γὰρ γίνεται ψυχῆι ἐν σώματι οὔσηι τῆι τε μετενσωματουμένηι καὶ τῆι ἐκ σώματος ἀερίνου ἢ πυρίνου εἰς γήινον γινομένηι, ἣν δὴ μετενσωμάτωσιν οὐ λέγουσιν εἶναι, ὅτι ἄδηλον τὸ ἀφʼ οὗ ἡ εἴσκρισις, ἡ δὲ ἐκ τοῦ ἀσωμάτου εἰς ὁτιοῦν σῶμα, ἣ δὴ καὶ πρώτη ἂν εἴη ψυχῆι κοινωνία σώματι ὀρθῶς ἂν ἔχοι ἐπισκέψασθαι περὶ ταύτης, τί ποτέ ἐστι τὸ γινόμενον πάθος τότε, ὅτε ψυχὴ καθαρὰ οὖσα σώματος πάντη ἴσχει περὶ αὐτὴν σώματος φύσιν.

Provenance

  • Stable ID plotinus:enneads:4.3:s2507
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0