Passage
Plotinus, Enneads 4.3 (DIORISIS sentence 2553)
grc plotinus enneads
Τὸ γὰρ ἀναπόδραστον καὶ ἡ δίκη οὕτως ἐν φύσει κρατούσηι ἰέναι ἕκαστον ἐν τάξει πρὸς ὅ ἐστιν ἕκαστον γενόμενον εἴδωλον προαιρέσεως καὶ διαθέσεως ἀρχετύπου, καὶ ἔστιν ἐκεῖνο πᾶν ψυχῆς εἶδος ἐκείνου πλησίον, πρὸς ὃ τὴν διάθεσιν τὴν ἐν αὐτῆι ἔχει, καὶ τοῦ τότε πέμποντος καὶ εἰσάγοντος οὐ δεῖ, οὔτε ἵνα ἔλθηι εἰς σῶμα τότε οὔτε εἰς τοδί, ἀλλὰ καὶ τοῦ ποτὲ ἐνστάντος οἷον αὐτομάτως κάτεισι καὶ εἴσεισιν εἰς ὃ δεῖ καὶ ἄλλος ἄλληι χρόνος, οὗ παραγενομένου οἷον κήρυκος καλοῦντος κατίασι καὶ εἰσέδυ εἰς τὸ πρόσφορον σῶμα, ὡς εἰκάσαι τὰ γιγνόμενα οἷον δυνάμεσι μάγων καὶ ὁλκαῖς τισιν ἰσχυραῖς κινεῖσθαί τε καὶ φέρεσθαι οἷον καὶ ἐφʼ ἑνὸς ἑκάστου τελεῖται ἡ τοῦ ζώιου διοίκησις, ἐν χρόνωι ἕκαστον κινούσης καὶ γεννώσης, οἷον γενειάσεις καὶ ἐκφύσεις κεράτων καὶ νῦν πρὸς τάδε ὁρμὰς καὶ ἐπανθήσεις πρότερον οὐκ οὔσας, καὶ περιττάς, τῶν τε δένδρων διοίκησις ἐν προθεσμίαις τακταῖς γιγνομένη.